Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.1 Dem. 27.4 (English) >>Dem. 27.6

27.2οἶδα μὲν οὖν, ἄνδρες δικασταί, ὅτι πρὸς ἄνδρας καὶ λέγειν ἱκανοὺς καὶ παρασκευάσασθαι δυναμένους χαλεπόν ἐστιν εἰς ἀγῶνα καθίστασθαι περὶ τῶν ὄντων ἁπάντων, ἄπειρον ὄντα παντάπασι πραγμάτων διὰ τὴν ἡλικίαν· ὅμως δέ, καίπερ πολὺ τούτων καταδεέστερος ὤν, πολλὰς ἐλπίδας ἔχω καὶ παρʼ ὑμῖν τεύξεσθαι τῶν δικαίων καὶ μέχρι γε τοῦ τὰ γεγενημένα διεξελθεῖν καὶ αὐτὸς ἀρκούντως ἐρεῖν, ὥσθʼ ὑμᾶς μήτʼ ἀπολειφθῆναι τῶν πραγμάτων μηδὲ καθʼ ἓν μήτʼ ἀγνοῆσαι περὶ ὧν δεήσει τὴν ψῆφον ἐνεγκεῖν. 27.3δέομαι δʼ ὑμῶν, ἄνδρες δικασταί, μετʼ εὐνοίας τέ μου ἀκοῦσαι, κἂν ἠδικῆσθαι δοκῶ, βοηθῆσαί μοι τὰ δίκαια. ποιήσομαι δʼ ὡς ἂν δύνωμαι διὰ βραχυτάτων τοὺς λόγους. ὅθεν οὖν ῥᾷστα μαθήσεσθε περὶ αὐτῶν, ἐντεῦθεν ὑμᾶς καὶ ἐγὼ πρῶτον πειράσομαι διδάσκειν.

27.4Δημοσθένης γὰρ οὑμὸς πατήρ, ἄνδρες δικασταί, κατέλιπεν οὐσίαν μὲν σχεδὸν τεττάρων καὶ δέκα ταλάντων, ἐμὲ δʼ ἕπτʼ ἐτῶν ὄντα καὶ τὴν ἀδελφὴν πέντε, ἔτι δὲ τὴν ἡμετέραν μητέρα πεντήκοντα μνᾶς εἰς τὸν οἶκον εἰσενηνεγμένην. βουλευσάμενος δὲ περὶ ἡμῶν, ὅτʼ ἔμελλε τελευτᾶν, ἅπαντα ταῦτʼ ἐνεχείρισεν Ἀφόβῳ τε τουτῳὶ καὶ Δημοφῶντι τῷ Δήμωνος υἱεῖ, τούτοιν μὲν ἀδελφιδοῖν ὄντοιν, τῷ μὲν ἐξ ἀδελφοῦ, τῷ δʼ ἐξ ἀδελφῆς γεγονότοιν, ἔτι δὲ Θηριππίδῃ τῷ Παιανιεῖ, γένει μὲν οὐδὲν προσήκοντι, φίλῳ δʼ ἐκ παιδὸς ὑπάρχοντι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.1 Dem. 27.4 (English) >>Dem. 27.6

Powered by PhiloLogic